Psallos

Hymnos Christou (2:5-11)

Psallos


Χριστῷ Ἰησοῦ

ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ
ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων
γενόμενος: καὶ σχήματι εὑρεθεὶςὡς ἄνθρωπος
ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου
θανάτου δὲ σταυροῦ

διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸὄνομα τὸ ὑπὲρ
πᾶν ὄνομα
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ
ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων
καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτικύριος 
Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός